Add parallel Print Page Options

52 εἶπεν [a]δὲ Ἰησοῦς πρὸς τοὺς παραγενομένους ἐπ’ αὐτὸν ἀρχιερεῖς καὶ στρατηγοὺς τοῦ ἱεροῦ καὶ πρεσβυτέρους· Ὡς ἐπὶ λῃστὴν [b]ἐξήλθατε μετὰ μαχαιρῶν καὶ ξύλων; 53 καθ’ ἡμέραν ὄντος μου μεθ’ ὑμῶν ἐν τῷ ἱερῷ οὐκ ἐξετείνατε τὰς χεῖρας ἐπ’ ἐμέ· ἀλλ’ αὕτη [c]ἐστὶν ὑμῶν ἡ ὥρα καὶ ἡ ἐξουσία τοῦ σκότους.

54 Συλλαβόντες δὲ αὐτὸν ἤγαγον καὶ [d]εἰσήγαγον εἰς [e]τὴν οἰκίαν τοῦ ἀρχιερέως· ὁ δὲ Πέτρος ἠκολούθει μακρόθεν. 55 [f]περιαψάντων δὲ πῦρ ἐν μέσῳ τῆς αὐλῆς καὶ [g]συγκαθισάντων ἐκάθητο ὁ Πέτρος [h]μέσος αὐτῶν. 56 ἰδοῦσα δὲ αὐτὸν παιδίσκη τις καθήμενον πρὸς τὸ φῶς καὶ ἀτενίσασα αὐτῷ εἶπεν· Καὶ οὗτος σὺν αὐτῷ ἦν· 57 ὁ δὲ [i]ἠρνήσατο λέγων· [j]Οὐκ οἶδα αὐτόν, γύναι. 58 καὶ μετὰ βραχὺ ἕτερος ἰδὼν αὐτὸν ἔφη· Καὶ σὺ ἐξ αὐτῶν εἶ· ὁ δὲ Πέτρος [k]ἔφη· Ἄνθρωπε, οὐκ εἰμί. 59 καὶ διαστάσης ὡσεὶ ὥρας μιᾶς ἄλλος τις διϊσχυρίζετο λέγων· Ἐπ’ ἀληθείας καὶ οὗτος μετ’ αὐτοῦ ἦν, καὶ γὰρ Γαλιλαῖός ἐστιν· 60 εἶπεν δὲ ὁ Πέτρος· Ἄνθρωπε, οὐκ οἶδα ὃ λέγεις. καὶ παραχρῆμα ἔτι λαλοῦντος αὐτοῦ ἐφώνησεν ἀλέκτωρ. 61 καὶ στραφεὶς ὁ κύριος ἐνέβλεψεν τῷ Πέτρῳ, καὶ ὑπεμνήσθη ὁ Πέτρος τοῦ [l]λόγου τοῦ κυρίου ὡς εἶπεν αὐτῷ ὅτι Πρὶν ἀλέκτορα φωνῆσαι [m]σήμερον ἀπαρνήσῃ με τρίς. 62 καὶ ἐξελθὼν [n]ἔξω ἔκλαυσεν πικρῶς.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:52 δὲ WH Treg NIV ] + ὁ RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:52 ἐξήλθατε WH Treg NIV ] ἐξεληλύθατε RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:53 ἐστὶν ὑμῶν WH Treg NIV ] ὑμῶν ἐστὶν RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:54 εἰσήγαγον WH Treg NIV ] + αὐτὸν RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:54 τὴν οἰκίαν WH Treg NIV ] τὸν οἶκον RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:55 περιαψάντων WH Treg NIV ] Ἁψάντων RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:55 συγκαθισάντων WH Treg NIV ] + αὐτῶν RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:55 μέσος WH Treg NIV ] ἐν μέσῳ RP
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:57 ἠρνήσατο WH Treg NIV ] + αὐτόν RP
  10. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:57 Οὐκ οἶδα αὐτόν γύναι WH Treg NIV ] Γύναι οὐκ οἶδα αὐτόν RP
  11. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:58 ἔφη WH Treg NIV ] εἴπεν RP
  12. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:61 λόγου Treg RP ] ῥήματος WH NIV
  13. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:61 σήμερον WH Treg NIV ] – RP
  14. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:62 ἔξω WH Treg NIV ] + ὁ Πέτρος RP